TLG 2195 002 :: [CHRYSERMUS] :: Fragmenta [CHRYSERMUS] Hist. Fragmenta Source: Müller, K. (ed.), FGH 4. Paris: Didot, 1841–1870: 361–362. frr. 1–6 Citation: Fragment — (line) | ||
t1-2 | ΠΕΛΟΠΟΝΝΗΣΙΑΚΑ. | |
t1 | E LIBRO PRIMO. | |
1 | Plutarch. De flum. 18, 7: Χρύσερμος δὲ ὁ Κο‐ ρίνθιος ἐν αʹ Πελοποννησιακῶν ἱστορίας μέμνηται τοιαύτης. Περσέως φερομένου μετεώρου, καὶ κατὰ τὸν λόφον (Ἀπαίσαντον) γενομένου τοῦτον, ἐξέπεσεν αὐτοῦ | |
5 | τῆς λαβῆς τοῦ ξίφους ὁ μύκης. Γοργοφόνος δὲ, ὁ βασι‐ λεὺς Ἐπιδαυρίων, ἐκπεσὼν τῆς ἀρχῆς ἔλαβε χρησμὸν ἐμπεριελθεῖν τὰς Ἀργολικὰς πόλεις, καὶ ὅπου ἂν εὕρῃ ξίφους μύκητα, ἐκεῖ κτίσαι πόλιν. Γενόμενος δὲ κατὰ τὸ Ἄργιον ὄρος, καὶ εὑρὼν τὴν ἐλεφαντίνην λαβὴν, | |
---|---|---|
10 | πόλιν ἔκτισεν, ἣν ἀπὸ τοῦ συγκυρήματος προσηγόρευσε Μυκήνας. | |
t2 | E LIBRO TERTIO. | |
2 | Plutarch. Paral. min. c. 3: Ἀργείων καὶ Λακεδαιμονίων ὑπὲρ Θυρεάτιδος χώρας πολεμούντων, οἱ Ἀμφικτύονες ἔκριναν πολεμῆσαι ἑκα‐ τέρους, καὶ τῶν νικησάντων εἶναι τὴν χώραν. Λακε‐ | |
5 | δαιμόνιοι μὲν οὖν Ὀθρυάδην ἐποίησαν στρατηγὸν, Ἀργεῖοι δὲ Θέρσανδρον. Πολεμούντων δὲ, δύο ἐκ τῶν Ἀργείων περιελείφθησαν, Ἀγήνωρ καὶ Χρόμιος, οἵτι‐ νες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην. Ἠρεμίας δ’ ὑπαρ‐ χούσης, ὁ Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρα‐ | |
10 | σιν ἐπερειδόμενος, τὰς τῶν νεκρῶν ἁρπάζων ἀσπίδας περιείλετο· καὶ τρόπαιον στήσας, ἐκ τοῦ ἰδίου αἵματος ἐπέγραψε Διὶ τροπαιούχῳ. Καὶ τῶν δύο στάσιν ἐχόν‐ των, οἱ Ἀμφικτυόνες αὐτόπται γενόμενοι Λακεδαιμο‐ νίους προκρίνουσι· καθάπερ Χρύσερμος ἐν τρίτῳ Πε‐ | |
15 | λοποννησιακῶν. | |
t3 | ΠΕΡΣΙΚΑ. E LIBRO SECUNDO. | |
3 | Idem ibid. c. 10: Περσῶν τὴν Ἑλλάδα λεηλατούντων, Παυσανίας, ὁ τῶν Λακεδαιμονίων στρα‐ τηγὸς, πεντακόσια χρυσοῦ τάλαντα παρὰ Ξέρξου λα‐ βὼν, ἔμελλε προδιδόναι τὴν Σπάρτην. Φωραθέντος δὲ | |
5 | τούτου, Ἀγησίλαος ὁ πατὴρ μέχρι τοῦ ναοῦ τῆς Χαλ‐ κιοίκου συνεδίωξεν Ἀθηνᾶς, καὶ τὰς θύρας τοῦ τεμέ‐ νους πλίνθῳ φράξας, λιμῷ ἀπέκτεινεν· ἡ δὲ μήτηρ καὶ ἄταφον ἔρριψεν· ὡς Χρύσερμος ἐν δευτέρῳ Ἱστορικῶν. | |
t4 | ΙΝΔΙΚΑ. E LIBRO OCTAVO? | |
4 | Plutarch. De flum. I, 4: Οἱ δ’ ἐγχώριοι τὰς ἀσε‐ βῶς ἀναστρεφομένας παρθένους σταυροῖς προσηλώσαν‐ τες, εἰς αὐτὸν (τὸν Ὑδάσπην) βάλλουσι, τῇ σφῶν δια‐ λέκτῳ τὸν Ἀφροδίτης ὕμνον ᾄδοντες. —Κατορύσσουσι | |
5 | δὲ κατ’ ἐνιαυτὸν γραῦν κατάκριτον, παρὰ τὸν ὀνομα‐ ζόμενον λόφον Θηρόγονον· ἅμα γὰρ τὴν πρεσβῦτιν ἑρπετῶν πλῆθος ἐκ τῆς ἀκρωρείας ἐξέρχεται, καὶ τὰ | |
περιϊπτάμενα τῶν ἀλόγων ζῴων κατεσθίει· καθὼς Χρύσερμος ἐν πʹ (ηʹ?) Ἰνδικῶν. Μέμνηται δὲ τούτων | 361 | |
10 | ἀκριβέστερον Ἀρχέλαος ἐν ιγʹ Περὶ ποταμῶν. | |
t5 | ΠΕΡΙ ΠΟΤΑΜΩΝ. E LIBRO TERTIO. | |
5 | Plutarch. De flum. VII, 4: Γεννᾶται δὲ βοτάνη πορφυράνθεμος, καλουμένη Χρυσοπόλη· πρὸς αὐτὴν γὰρ αἱ ἀστυγείτονες πόλεις τὸν ἀκέραιον χρυσὸν δοκιμάζουσιν· ἅμα γὰρ αὐτὸν | |
5 | χωνευθῆναι ἅπτουσι τὴν βοτάνην· καὶ ἐὰν μὲν ἀνό‐ θευτον τὸ χρυσίον ᾖ, τὰ φύλλα χρυσοῦται, καὶ διατη‐ ρεῖ τῆς ὕλης τὴν οὐσίαν· ἐὰν δ’ ἐφθαρμένον ὑπάρχῃ, τὴν ἠλλαγμένην ὑγρασίαν ἀποπτύει, καθὼς Χρύσερ‐ μος ἐν γʹ Περὶ ποταμῶν. | |
t6 | E LIBRO DECIMO TERTIO. | |
6 | Plutarch. De flum. 20, 3: Γεννᾶται δ’ ἐν αὐτῷ (τῷ Εὐφράτῃ) λίθος Ἀστιγὴς καλού‐ μενος, ὃν αἱ μαῖαι ταῖς δυστοκούσαις ἐπὶ τὰς γαστέρας ἐπιτιθέασι, καὶ παραχρῆμα τίκτουσι ἄτερ ἀλγηδόνος. | |
5 | Γεννᾶται δ’ ἐν αὐτῷ καὶ βοτάνη, Ἔξελλα καλουμένη, μεθερμηνευομένη θερμόν· ταύτην οἱ τεταρταΐζοντες, ὅταν ἐπὶ τοῦ στήθους θῶσιν, ἀπαλλάτ‐ τονται παραχρῆμα τῆς ἐπισημασίας· καθὼς ἱστορεῖ | |
Χρύσερμος ἐν ιγʹ Περὶ ποταμῶν. | 362 |